Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  2. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  3. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  4. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  5. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  6. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  7. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  8. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  9. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  10. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  11. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  12. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·