Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  2. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  3. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  4. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  5. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  6. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  7. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  8. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·