Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  2. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  3. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  4. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  5. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  6. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  7. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
  8. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  9. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  10. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  11. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,