Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  2. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
  3. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  4. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  5. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  6. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  7. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  8. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  9. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  10. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  11. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  12. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  13. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  14. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
  15. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  16. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  17. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  18. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  19. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  20. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  21. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  22. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  23. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  24. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  25. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  26. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
  27. δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
  28. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
  29. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  30. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  31. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  32. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  33. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  34. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  35. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  36. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  37. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  38. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
  39. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
  40. ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
  41. σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
  42. πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
  43. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
  44. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
  45. λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
  46. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
  47. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  48. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  49. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  50. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  51. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  52. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  53. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  54. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  55. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  56. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
  57. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
  58. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
  59. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
  60. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
  61. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
  62. τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
  63. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
  64. θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
  65. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
  66. πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
  67. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
  68. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
  69. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
  70. ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
  71. ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
  72. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
  73. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
  74. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
  75. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  76. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  77. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  78. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  79. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  80. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  81. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  82. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  83. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  84. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  85. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  86. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  87. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  88. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  89. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  90. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  91. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  92. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  93. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  94. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  95. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  96. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  97. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  98. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
  99. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
  100. τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
  101. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,