Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  2. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  3. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  4. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
  5. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
  6. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
  7. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
  8. παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
  9. χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
  10. ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
  11. καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
  12. νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
  13. αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
  14. καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
  15. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
  16. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  17. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  18. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·