Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
  2. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
  3. εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
  4. νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
  5. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  6. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  7. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  8. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ