Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  2. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  3. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  4. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
  5. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
  6. καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
  7. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
  8. θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
  9. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  10. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  11. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.