Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
  2. πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
  3. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  4. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  5. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  6. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  7. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  8. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.