Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  2. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  3. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  4. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  5. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
  6. πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
  7. πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
  8. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
  9. δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
  10. οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
  11. ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
  12. ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
  13. πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
  14. πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
  15. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  16. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  17. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  18. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  19. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  20. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
  21. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
  22. δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
  23. ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
  24. χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
  25. ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
  26. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
  27. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  28. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.