Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  2. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  3. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  4. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  5. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  6. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  7. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  8. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  9. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  10. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
  11. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  12. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  13. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  14. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  15. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  16. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  17. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  18. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.