Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
  2. μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  3. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
  4. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
  5. ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
  6. δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
  7. εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
  8. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου