Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
  2. ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
  3. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
  4. προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
  5. ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
  6. πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
  7. καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
  8. καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
  9. καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
  10. δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
  11. φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
  12. Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
  13. μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  14. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
  15. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω