Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
  2. κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
  3. γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
  4. ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
  5. καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
  6. Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
  7. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
  8. ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
  9. ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
  10. κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
  11. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων