Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  2. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  3. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  4. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  5. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  6. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  7. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  8. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.