Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  2. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  3. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  4. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  5. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  6. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  7. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  8. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  9. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  10. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  11. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.