Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  2. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  3. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  4. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  5. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  6. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  7. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  8. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  9. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  10. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  11. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  12. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  13. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  14. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  15. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς