Hymn 1 to Dionysus
Homeric Hymns
Anonymous. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- ---οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ
- φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
- οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
- κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·
- ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
- ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
- πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
- ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
- τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
- ---καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς.
- ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
- ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
- ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
- ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
- κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
- ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
- ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ
- ᾁδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι
- σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
- καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα,