Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. [*](Restored to metrical fom for Barnes.)Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·
  2. ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.
  1. Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν
  2. Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
  3. ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
  4. ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.
  1. Γλαῦκε, βοτῶν[*](Kuester: πέπον, βροτῶν, MSS.) ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
  2. πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι
  3. δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
  4. ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
  1. Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα
  2. τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν·
  3. ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
  4. ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
  1. Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
  2. ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
  3. χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
  4. ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν[*](Ruhnken: τ’ ἄλλοισιν, Sources: The Contest of Homer adds the verse: λαὸς δ’ εἰν ἀγορῆσι καθήμενος εἰσοράασθαι.) ὁρᾶσθαι·
  5. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
  6. ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.