Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- [*](Restored to metrical fom for Barnes.)Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·
- ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.
- Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν
- Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
- ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
- ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.
- Γλαῦκε, βοτῶν[*](Kuester: πέπον, βροτῶν, MSS.) ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
- πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι
- δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
- ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
- Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα
- τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν·
- ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
- ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
- Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
- ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
- χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες