Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·
  2. οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
  3. Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
  4. δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.
  1. Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
  2. οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.
  1. Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε,
  2. εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
  3. δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
  4. ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι·
  5. δὸς δ’ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος
  6. αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,
  7. φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας