σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσωνοἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόενταεἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖςεἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισινἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇΝήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοιπολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖταιπρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γεἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισινΑἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκονγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·