ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισινπόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημενγαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντεςἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρονἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισιλωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηναἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστοςπαίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασινἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕληνἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,