ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαισίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσωνοἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόενταεἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖςεἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισινἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇΝήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοιπολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται