Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  • τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  • καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  • αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  • ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  • κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,