πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιντριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶκείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντεςἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειανκαὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισινπόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημενγαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντεςἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρονἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισιλωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα