δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιενΑἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχοςχάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇδαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισινεὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·