Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  • ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
  • νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
  • ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  • δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  • ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
  • μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
  • Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
  • ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
  • ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
  • νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  • ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν
  • Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
  • πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
  • χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
  • τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
  • ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·
  • ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
  • οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
  • δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
  • κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
  • ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν
  • εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
  • καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
  • μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
  • Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·
  • καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
  • ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον
  • πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
  • δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
  • ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
  • κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
  • ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
  • νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
  • ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
  • αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
  • ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
  • ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
  • ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
  • καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
  • ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  • αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
  • δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·
  • οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
  • καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι
  • δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
  • ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  • ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
  • ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
  • πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
  • ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
  • οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·
  • καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι
  • Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,
  • ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
  • ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
  • ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.
  • τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα
  • κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
  • ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,