στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροιὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιντριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶκείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντεςἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·