Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
  • δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
  • υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  • ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  • οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
  • ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  • νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
  • ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
  • αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
  • ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  • κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
  • τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
  • ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  • τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  • ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
  • νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
  • ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  • δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  • ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
  • μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
  • Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
  • ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
  • ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
  • νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  • ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν
  • Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
  • πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
  • χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
  • τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
  • ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·
  • ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
  • οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
  • δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
  • κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
  • ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν
  • εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
  • καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
  • μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
  • Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·
  • καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
  • ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον
  • πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
  • δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
  • ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
  • κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
  • ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
  • νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
  • ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
  • αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
  • ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
  • ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
  • ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
  • καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
  • ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  • αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
  • δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·