εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτιεὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαιυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·