ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμηνἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυςὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείωπομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλοςοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμηνεὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.