Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  • ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  • δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  • ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  • σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  • οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  • τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  • σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  • εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  • τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  • κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  • νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  • εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  • ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  • εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  • ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  • ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  • Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  • πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  • Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  • αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  • πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  • τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  • ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  • ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  • ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  • ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  • Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  • ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  • ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  • γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
  • γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
  • εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
  • ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
  • Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  • Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
  • ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
  • δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  • ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
  • ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  • ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
  • ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
  • τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
  • οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
  • ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  • ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  • ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  • ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  • ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  • στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  • βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  • ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  • τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
  • ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
  • καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  • ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
  • ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  • ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  • πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  • οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  • νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  • λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  • γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  • αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  • τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  • καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  • αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  • ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  • κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  • ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  • ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  • καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  • ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  • καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  • ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  • πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν