οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναιἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαισίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσωνοἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόενταεἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖςεἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν