Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  • ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  • ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  • ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  • ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  • στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  • βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.