σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸνὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆααὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦραμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπωνὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστοκαὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμηνἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυςὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείωπομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλοςοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμηνεὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτιεὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαιυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαινῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροιἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροιμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶΖηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαινῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιενΑἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχοςχάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇδαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισινεὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευονπεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳδῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαιδῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστινἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντεςοἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητιΑἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλακλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γεἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶκείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃαὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρονβῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανονδαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιοπατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνοςσχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπεινἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆςἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴνἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρηἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσινἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντοπλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαιἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρονἈρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντεςφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισινβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρειἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτραςνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεΚίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιομητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκταςκείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺκαρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶταπλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆςεἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃεἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθενπλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαινανἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμουχειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περεἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιοθηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα