Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
  • καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
  • σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
  • ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
  • ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
  • ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
  • κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
  • τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
  • ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  • τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
  • πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  • αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
  • ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
  • ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
  • κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  • ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
  • καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
  • μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·