Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
  • καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
  • Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
  • ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
  • καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
  • σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
  • ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.