πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν