Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
  • οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
  • ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
  • κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
  • πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.