Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
  • καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
  • πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
  • ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
  • οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.