ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζελάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαιἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτοςὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσεσὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιοεἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·