Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
  • ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
  • ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
  • λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
  • τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
  • κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
  • ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,