κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσιτειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶταὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζελάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι