Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
  • ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
  • τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
  • κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
  • νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
  • ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,