σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶςκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσιτειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶταὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,