Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
  • Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
  • χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
  • αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
  • εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
  • οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
  • αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,