εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.