Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  • νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  • ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  • ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
  • τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
  • ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
  • οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·