σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.