Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  • ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  • ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  • τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  • αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  • ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
  • οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
  • ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
  • τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  • νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  • ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  • ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
  • τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
  • ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
  • οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
  • εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
  • νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
  • ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.